Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.125 Dem. 18.128 (English) >>Dem. 18.131

18.127εἰ γὰρ Αἰακὸς Ῥαδάμανθυς Μίνως ἦν κατηγορῶν, ἀλλὰ μὴ σπερμολόγος, περίτριμμʼ ἀγορᾶς, ὄλεθρος γραμματεύς, οὐκ ἂν αὐτὸν οἶμαι ταῦτʼ εἰπεῖν οὐδʼ ἂν οὕτως ἐπαχθεῖς λόγους πορίσασθαι, ὥσπερ ἐν τραγῳδίᾳ βοῶντα γῆ καὶ ἥλιε καὶ ἀρετὴκαὶ τὰ τοιαῦτα, καὶ πάλινσύνεσιν καὶ παιδείαἐπικαλούμενον, “ τὰ καλὰ καὶ τὰ αἰσχρὰ διαγιγνώσκεται.” ταῦτα γὰρ δήπουθεν ἠκούετʼ αὐτοῦ λέγοντος. 18.128σοὶ δʼ ἀρετῆς, κάθαρμα, τοῖς σοῖς τίς μετουσία; καλῶν μὴ τοιούτων τίς διάγνωσις; πόθεν πῶς ἀξιωθέντι; ποῦ δὲ παιδείας σοὶ θέμις μνησθῆναι; ἧς τῶν μὲν ὡς ἀληθῶς τετυχηκότων οὐδʼ ἂν εἷς εἴποι περὶ αὑτοῦ τοιοῦτον οὐδέν, ἀλλὰ κἂν ἑτέρου λέγοντος ἐρυθριάσειε, τοῖς δʼ ἀπολειφθεῖσι μέν, ὥσπερ σύ, προσποιουμένοις δʼ ὑπʼ ἀναισθησίας τὸ τοὺς ἀκούοντας ἀλγεῖν ποιεῖν ὅταν λέγωσιν, οὐ τὸ δοκεῖν τοιούτοις εἶναι περίεστιν.

18.129οὐκ ἀπορῶν δʼ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ τοῦ πρώτου μνησθῶ· πότερʼ ὡς πατήρ σου Τρόμης ἐδούλευε παρʼ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον; ὡς μήτηρ τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλεισίῳ τῷ πρὸς τῷ καλαμίτῃ ἥρῳ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε; ἀλλὰ πάντες ἴσασι ταῦτα, κἂν ἐγὼ μὴ λέγω. ἀλλʼ ὡς τριηραύλης Φορμίων, Δίωνος τοῦ Φρεαρρίου δοῦλος, ἀνέστησεν αὐτὴν ἀπὸ ταύτης τῆς καλῆς ἐργασίας; ἀλλὰ νὴ τὸν Δία καὶ θεοὺς ὀκνῶ μὴ περὶ σοῦ τὰ προσήκοντα λέγων αὐτὸς οὐ προσήκοντας ἐμαυτῷ δόξω προῃρῆσθαι λόγους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.125 Dem. 18.128 (English) >>Dem. 18.131

Powered by PhiloLogic